Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.348 Joseph. BJ 4.356 (English) >>Joseph. BJ 4.363

4.353

Τούτοις πεισθέντες οἱ Ἰδουμαῖοι πρῶτον μὲν λύουσι τοὺς ἐν τοῖς δεσμωτηρίοις περὶ δισχιλίους δημότας, οἳ παραχρῆμα φυγόντες ἐκ τῆς πόλεως ἀφικνοῦνται πρὸς Σίμωνα, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν· ἔπειτα ἐκ τῶν Ἱεροσολύμων ἀνεχώρησαν ἐπʼ οἴκου. 4.354καὶ συνέβη τὸν χωρισμὸν αὐτῶν γενέσθαι παράδοξον ἀμφοτέροις· τε γὰρ δῆμος ἀγνοῶν τὴν μετάνοιαν ἀνεθάρσησε πρὸς ὀλίγον ὡς ἐχθρῶν κεκουφισμένος, 4.355οἵ τε ζηλωταὶ μᾶλλον ἐπανέστησαν, οὐχ ὡς ὑπὸ συμμάχων καταλειφθέντες, ἀλλʼ ἀπηλλαγμένοι τῶν δυσωπούντων καὶ διατρεπόντων παρανομεῖν. 4.356οὐκέτι γοῦν μέλλησις σκέψις ἦν τῶν ἀδικημάτων, ἀλλʼ ὀξυτάταις μὲν ἐχρῶντο ταῖς ἐπινοίαις εἰς ἕκαστα, τὰ δοχθέντα δὲ τάχιον καὶ τῆς ἐπινοίας ἐνήργουν. 4.357μάλιστα δʼ ἐπʼ ἀνδρείαν τε καὶ εὐγένειαν ἐφόνων, τὴν μὲν φθόνῳ λυμαινόμενοι, τὸ δὲ γενναῖον δέει· μόνην γὰρ αὐτῶν ἀσφάλειαν ὑπελάμβανον τὸ μηδένα τῶν δυνατῶν καταλιπεῖν. 4.358ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων· ἀπώλεσε δὲ αὐτὸν παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν. 4.359οὐδʼ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος· ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.348 Joseph. BJ 4.356 (English) >>Joseph. BJ 4.363

Powered by PhiloLogic